Add parallel Print Page Options

Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις, τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις [a]καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ [b]Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.

Τούτου χάριν [c]ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

10 Εἰσὶν γὰρ πολλοὶ [d]καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ [e]τῆς περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. 12 εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. 15 [f]πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους [g]μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα [h]σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, [i]οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.

Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ [j]ἀφθορίαν, [k]σεμνότητα, λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων [l]λέγειν περὶ ἡμῶν φαῦλον.

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ [m]πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν [n]τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ [o]θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 1:4 καὶ WH Treg NIV ] ἔλεος RP
  2. ΠΡΟΣ ΤΙΤΟΝ 1:4 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] κυρίου Ἰησοῦ χριστοῦ RP
  3. ΠΡΟΣ ΤΙΤΟΝ 1:5 ἀπέλιπόν Treg NIV] ἀπέλειπόν WH; κατέλιπόν RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 1:10 καὶ RP ] – WH Treg NIV
  5. ΠΡΟΣ ΤΙΤΟΝ 1:10 τῆς WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΤΙΤΟΝ 1:15 πάντα WH Treg NIV ] + μὲν RP
  7. ΠΡΟΣ ΤΙΤΟΝ 2:3 μηδὲ WH Treg ] μὴ NIV RP
  8. ΠΡΟΣ ΤΙΤΟΝ 2:4 σωφρονίζωσι WH NIV RP] σωφρονίζουσιν Treg
  9. ΠΡΟΣ ΤΙΤΟΝ 2:5 οἰκουργούς WH Treg NIV ] οἰκουρούς RP
  10. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 ἀφθορίαν WH Treg NIV ] ἀδιαφθορίαν RP
  11. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 σεμνότητα WH Treg NIV ] + ἀφθαρσίαν RP
  12. ΠΡΟΣ ΤΙΤΟΝ 2:8 λέγειν περὶ ἡμῶν WH Treg NIV ] περὶ ἡμῶν λέγειν RP
  13. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 πᾶσαν πίστιν WH Treg NIV ] πίστιν πᾶσαν RP
  14. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 τὴν WH Treg NIV ] – RP
  15. ΠΡΟΣ ΤΙΤΟΝ 2:11 θεοῦ WH Treg NIV ] + ἡ RP